Ο ήχος όπως και η εικόνα μας βοηθάνε σε μεγάλο βαθμό στην απομνημόνευση
της γνώσης και των εμπειριών μας γενικότερα. Με τα διαδραστικά μέσα που μας προσφέρει
η τεχνολογία μπορούμε να αξιοποιήσουμε αυτό το γεγονός για την καλύτερη
αποτύπωση και κατανόηση της πολιτστικής κληρονομιάς. Παρακάτω υπάρχουν οι ύμνοι
από διάφορους ναούς της Θεσσαλονίκης.
Παναγία Λαοδηγήτρια
Η εκκλησία της Παναγίας Λαγουδιανής ή του Λαγουδιάτου, γνωστή και ως Λαοδηγήτρια, είναι αφιερωμένη στη Θεοτόκο Ζωοδόχο Πηγή και βρίσκεται στην Άνω Πόλη της Θεσσαλονίκης, στη συμβολή των οδών Ολυμπιάδος και Ιουλιανού.
Άρα γιορτάζει στη γιορτή της Ζωοδόχου Πηγής.
Ἀπολυτίκιον
Ήχος α'.
Ο ναός σου Θεοτόκε ανεδείχθη παράδεισος, ως ποταμούς αειζώους αναβλύζων ιάματα ώ προσερχόμενοι πιστώς, ως Ζωοδόχου εκ Πηγής, ρώσιν αντλούμεν, και ζωήν την αιώνιον, πρεσβεύεις γαρ συ τω εκ σου τεχθέντι,
Σωτήρι Χριστώ, σωθήναι τας ψυχάς ημών.
Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἐξ ἀκενώτου σου Πηγῆς Θεοχαρίτωτε, ἐπιβραβεύεις μοι πηγάζουσα τὰ νάματα, ἀενάως τῆς σῆς χάριτος ὑπὲρ λόγον· τὸν γὰρ Λόγον ὡς τεκοῦσα ὑπὲρ ἔννοιαν, ἱκετεύω σε δροσίζειν με σῇ χάριτι, ἵνα κράζω σοι· Χαῖρε ὕδωρ σωτήριον.
Ιερός Ναός Ταξιαρχών
Ἀπολυτίκιον
Ἦχος δ'
Τῶν οὐρανίωv στρατιῶν Ἀρχιστράτηγοι,
δυσωποῦμεv ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵvα ταῖς ὑμῶv δεήσεσι, τειχίσητε ἡμᾶς,
σκέπῃ τῶν πτερύγωv, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦvτες ἡμᾶς προσπίπτντας, ἐκτεvῶς καὶ βοῶντας, Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων
Κοντάκιον
Ἦχος β’.
Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοῖ θείας δόξῃς, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτωv, τὸ συμφέροv ἡμῖv αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.
Ιερά Μονή Βλατάδων
Καθολικό της Μονής, που τιμάται στο όνομα της Μεταμορφώσεως του Σωτήρος
Ἀπολυτίκιον
Ἦχος βαρύς.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
Κοντάκιον
Ἦχος βαρύς. Αὐτόμελον.
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
Ιερός Ναός Αγίας Σοφίας
Εορτάζει τη Μεσοπεντηκοστή
Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Μεσούσης τῆς ἑορτῆς διψῶσάν μου τήν ψυχήν εὐσεβείας πότισον νάματα· ὅτι πᾶσι, Σωτήρ ἐβόησας· Ὁ διψῶν ἐρχέσθω πρός με καί πινέτω. Ἡ πηγή τῆς ζωῆς, Χριστέ ὁ Θεός, δόξα σοι.
Κοντάκιον
Ἦχος δ’.
Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης ὁ τῶν ἁπάντων ποιητής καί δεσπότης πρός τούς παρόντας ἔλεγες, Χριστέ ὁ Θεός· Δεῦτε καί ἀρύσασθαι ὕδωρ ἀθανασίας. Ὅθεν σοι προσπίπτομεν καί πιστῶς ἐκβοῶμεν· Τούς οἰκτιρμούς σου δώρησαι ἡμῖν, σύ γάρ ὑπάρχεις πηγή τῆς ζωῆς ἡμῶν.
Ιερός Ναός Ταξιαρχών
Ἀπολυτίκιον
Ἦχος δ'
Τῶν οὐρανίωv στρατιῶν Ἀρχιστράτηγοι,
δυσωποῦμεv ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵvα ταῖς ὑμῶv δεήσεσι, τειχίσητε ἡμᾶς,
σκέπῃ τῶν πτερύγωv, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦvτες ἡμᾶς προσπίπτντας, ἐκτεvῶς καὶ βοῶντας, Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων
Κοντάκιον
Ἦχος β’.
Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοῖ θείας δόξῃς, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτωv, τὸ συμφέροv ἡμῖv αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.
Ιερός Ναός Αγίου Δημητρίου
Ἀπολυτίκιον
Ἦχος γ’.
Μέγαν εὕρατο ἐv τοῖς κιvδύvοις, σὲ ὑπέρμαχοv, ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύvας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος β’. Αὐτόμελον.
Τοῖς τῶv αἱμάτων σου ῥείθροις Δημήτριε, τὴv Ἐκκλησίαν Θεὸς ἐπορφύρωσεv, ὁ δούς σοι τὸ κράτος ἀήττητοv, καὶ περιέπωv τὴν πόλιv σου ἄτρωτοv· αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.
Ιερός Ναός Παναγίας Χαλκέων
Εορτάζει τον Δεκαπενταύγουστο
Ἀπολυτίκιον
Ἦχος α’.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος πλ. β’. Αὐτόμελον.
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν, ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.
Ιερός Ναός Άγιου Παντελεήμων
Ἀπολυτίκιον
Ἦχος γ’.
Ἀθλοφόρε Ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Κοντάκιον
Ἦχος πλ. α’.
Μιμητὴς ὑπάρχων τοῦ ἐλεήμονος, καὶ ἰαμάτων τὴν χάριν παρ᾽αὐτοῦ κομισάμενος, ἀθλοφόρε καὶ Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, ταῖς εὐχαῖς σου τὰς ψυχικὰς ἡμῶν νόσους θεράπευσον, ἀπελαύνων τοῦ ἀεί, πολεμίου τὰ σκάνδαλα, ἐκ τῶν βοώντων ἀπαύστως· Σῶσον ἡμᾶς Κύριε.
Ακουστκό Υλικό
Παναγία Λαοδηγήτρια
Μονή Βλατάδων
Follow link : https://soundcloud.com/byzantine-music/08-06
Άγιος Δημήτριος
Follow link : https://soundcloud.com/byzantine-music/10-26
Παναγία Χαλκέων
Follow link : https://soundcloud.com/byzantine-music/08-15?utm_source=clipboard&utm_medium=text&utm_campaign=social_sharing
Άγιος Παντελεήμων
Follow link : https://soundcloud.com/byzantine-music/07-27